Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.577 Joseph. BJ 2.583 (English) >>Joseph. BJ 2.588

2.581ἔφη δὲ πεῖραν αὐτῶν λήψεσθαι τῆς κατὰ τὸν πόλεμον πειθαρχίας καὶ πρὸ παρατάξεως, εἰ τῶν συνήθων ἀδικημάτων ἀπόσχοιντο, κλοπῆς τε καὶ λῃστείας καὶ ἁρπαγῆς τοῦ τε ἐξαπατᾶν τὸ ὁμόφυλον τοῦ τε κέρδος οἰκεῖον ἡγεῖσθαι τὴν βλάβην τῶν συνηθεστάτων· 2.582διοικεῖσθαι γὰρ κάλλιστα τοὺς πολέμους παρʼ οἷς ἂν ἀγαθὸν τὸ συνειδὸς ἔχωσιν πάντες οἱ στρατευόμενοι, τοὺς δὲ οἴκοθεν φαύλους οὐ μόνον τοῖς ἐπιοῦσιν ἐχθροῖς ἀλλὰ καὶ τῷ θεῷ χρῆσθαι πολεμίῳ.

-- --

2.583

Πολλὰ τοιαῦτα παραινῶν διετέλει. καὶ τὸ μὲν ἕτοιμον εἰς παράταξιν αὐτῷ συνεκεκρότητο πεζῶν μὲν ἓξ μυριάδες, ἱππεῖς δὲ πεντήκοντα καὶ τριακόσιοι, χωρὶς δὲ τούτων οἷς ἐπεποίθει μάλιστα μισθοφόροι περὶ τετρακισχιλίους καὶ πεντακοσίους· ἐπιλέκτους δὲ περὶ αὑτὸν εἶχεν ἑξακοσίους φύλακας τοῦ σώματος. 2.584ἔτρεφον δὲ πλὴν τῶν μισθοφόρων τὴν ἄλλην στρατιὰν αἱ πόλεις ῥᾳδίως· τῶν γὰρ καταλεγέντων ἑκάστη τοὺς ἡμίσεις ἐπὶ τὴν στρατιὰν ἐκπέμπουσα τοὺς λοιποὺς ἐπὶ συμπορισμὸν αὐτοῖς τῶν ἐπιτηδείων κατεῖχον, ὡς τοὺς μὲν εἰς ὅπλα, τοὺς δὲ εἰς ἐργασίαν διῃρῆσθαι, καὶ τοῖς τὰ σῖτα πέμπουσιν ἀντιχορηγεῖσθαι παρὰ τῶν ὁπλιτῶν τὴν ἀσφάλειαν. 2.585

Διοικοῦντι δʼ οὕτως τῷ Ἰωσήπῳ τὰ κατὰ τὴν Γαλιλαίαν παρανίσταταί τις ἐπίβουλος ἀνὴρ ἀπὸ Γισχάλων, υἱὸς Ληΐου, Ἰωάννης ὄνομα, πανουργότατος μὲν καὶ δολιώτατος τῶν ἐπισήμων ἐν τοῖσδε τοῖς πονηρεύμασιν ἁπάντων, πένης δὲ τὰ πρῶτα καὶ μέχρι πολλοῦ κώλυμα σχὼν τῆς κακίας τὴν ἀπορίαν,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.577 Joseph. BJ 2.583 (English) >>Joseph. BJ 2.588

Powered by PhiloLogic